Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.5 Joseph. AJ 7.10 (English) >>Joseph. AJ 7.13

7.8συνελθὼν δὲ πρὸς αὐτὸν πᾶς τῆς φυλῆς τῆς προειρημένης λαὸς ἀποδείκνυσιν αὐτὸν βασιλέα. ἀκούσας δʼ ὅτι τὸν Σαοῦλον καὶ τοὺς υἱοὺς αὐτοῦ θάψειαν οἱ ἐν Ἰαβησῷ τῆς Γαλααδίτιδος κατοικοῦντες, ἔπεμψε πρὸς αὐτοὺς ἐπαινῶν καὶ ἀποδεχόμενος αὐτῶν τὸ ἔργον, καὶ χάριτας ἀποδώσειν ἀντὶ τῆς πρὸς τοὺς τεθνηκότας σπουδῆς ὑπισχνούμενος, ἅμα δὲ καὶ δηλῶν ὡς Ἰούδα φυλὴ κεχειροτόνηκεν αὐτὸν βασιλέα. 7.9

δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δʼ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα φυλῆς. 7.10βασίλειον δʼ ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην· ὥρμησε δʼ ἐκεῖθεν Ἀβεννῆρος μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος· ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν. 7.11ἀπήντησε δʼ αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.5 Joseph. AJ 7.10 (English) >>Joseph. AJ 7.13

Powered by PhiloLogic